Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.329 Joseph. AJ 19.335 (English) >>Joseph. AJ 19.340

19.333δηλοῦται μὲν δὴ διὰ γραμμάτων ὑπὸ τοῦ στρατηγοῦ τῆς πόλεως τῷ βασιλεῖ δημηγορήσας Σίμων ταῦτα, μεταπέμπεται δὲ αὐτὸν βασιλεὺς καί, καθέζετο γὰρ ἐν τῷ θεάτρῳ τότε, καθεσθῆναι παρʼ αὐτὸν ἐκέλευσεν. ἠρέμα τε καὶ πρᾴωςεἰπέ μοι, φησίν, τί τῶν ἐνθάδε 19.334γινομένων ἐστὶ παράνομον;” δὲ εἰπεῖν ἔχων οὐδὲν τυχεῖν ἐδεῖτο συγγνώμης. ἀλλὰ βασιλεὺς αὐτῷ προσεδόκησέν τις διηλλάττετο τὴν πρᾳότητα κρίνων βασιλικωτέραν ὀργῆς καὶ πρέπειν εἰδὼς τοῖς μεγέθεσι θυμοῦ πλέον ἐπιείκειαν. τὸν Σίμωνα γοῦν καὶ δωρεᾶς τινος ἀξιώσας ἀπεπέμπετο. 19.335

Πολλοῖς δὲ κατασκευάσας πολλὰ Βηρυτίους ἐξαιρέτως ἐτίμησεν· θέατρον γὰρ αὐτοῖς κατεσκεύασε πολυτελείᾳ τε καὶ κάλλει πολλῶν διαφέρον ἀμφιθέατρόν τε πολλῶν ἀναλωμάτων βαλανεῖα πρὸς τούτοις καὶ στοάς, ἐν οὐδενὶ τῶν ἔργων στενότητι δαπανημάτων τὸ κάλλος ἀδικήσας τὸ μέγεθος. 19.336ἐπεδαψιλεύσατο δʼ αὐτῶν τὴν καθιέρωσιν μεγαλοπρεπῶς, ἐν τῷ θεάτρῳ μὲν θεωρίας ἐπιτελῶν πάνθʼ ὅσα μουσικῆς ἔργα παράγων καὶ ποικίλης ποιητικὰ τέρψεως, ἐν δὲ τῷ ἀμφιθεάτρῳ πλήθει μονομάχων τὴν αὐτοῦ δεικνὺς μεγαλόνοιαν. 19.337ἔνθα καὶ τὴν κατὰ πλῆθος ἀντίταξιν βουληθεὶς γενέσθαι τῶν θεωμένων τέρψιν ἑπτακοσίους ἄνδρας ἑπτακοσίοις μαχησομένους εἰσέπεμψεν κακούργους ὅσους εἶχεν ἀποτάξας εἰς τήνδε τὴν πρᾶξιν, ἵνʼ οἱ μὲν κολασθῶσιν, τὸ πολέμου δʼ ἔργον γένηται τέρψις εἰρήνης. τούτους μὲν οὖν πασσυδὶ διέφθειρεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.329 Joseph. AJ 19.335 (English) >>Joseph. AJ 19.340

Powered by PhiloLogic